Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.75 Joseph. AJ 20.81 (English) >>Joseph. AJ 20.86

20.79οὐ μὴν Ἰζάτης κατεπλάγη, νοήσας δὲ προδοσίαν ὑπὸ τῶν μεγιστάνων γεγενῆσθαι καὶ αὐτὸς εἰς τὸ στρατόπεδον ὑπεχώρησεν, καὶ τὴν αἰτίαν ζητήσας ὡς ἔμαθεν συντεταγμένους πρὸς τὸν Ἄραβα, τοὺς μὲν αἰτίους ἀναιρεῖ, τῇ δʼ ἐπιούσῃ συμβαλὼν πλείστους μὲν ἀπέκτεινε, 20.80πάντας δὲ φυγεῖν ἠνάγκασεν, αὐτὸν δὲ τὸν βασιλέα διώκων εἴς τι φρούριον συνήλασεν Ἄρσαμον καλούμενον, καὶ προσμαχεσάμενος καρτερῶς εἷλε τὸ φρούριον διαρπάσας τε τὴν ἐν αὐτῷ λείαν πᾶσαν, πολλὴ δὲ ἦν, ὑπέστρεψεν εἰς τὴν Ἀδιαβηνὴν τὸν Ἀβίαν οὐ καταλαβὼν ζῶντα· περικαταλαμβανόμενος γὰρ ἑαυτὸν ἀνεῖλεν. 20.81

Ἀποτυχόντες δὲ οἱ τῶν Ἀδιαβηνῶν μεγιστᾶνες τῆς πρώτης ἐπιχειρήσεως παραδόντος αὐτοὺς τοῦ θεοῦ τῷ βασιλεῖ οὐδʼ ὣς ἠρέμουν, ἀλλὰ γράφουσιν πάλιν Οὐολογέσῃ, βασιλεὺς δὲ Πάρθων οὗτος ἦν, παρακαλοῦντες ἀποκτεῖναι μὲν τὸν Ἰζάτην, καταστῆσαι δʼ αὐτοῖς ἕτερον δυνάστην καὶ τῷ γένει Πάρθον· μισεῖν γὰρ ἔλεγον τὸν ἑαυτῶν βασιλέα καταλύσαντα μὲν τὰ πάτρια, ξένων δʼ ἐραστὴν ἐθῶν γενόμενον. 20.82ταῦτα ἀκούσας Πάρθος ἐπήρθη πρὸς τὸν πόλεμον, καὶ προφάσεως δικαίας μηδεμίαν ἀφορμὴν ἔχων τὰς ὑπὸ τοῦ πατρὸς αὐτῷ δοθείσας τιμὰς ἔπεμψεν ἀπαιτῶν, ἀπειθήσαντι δὲ πόλεμον κατήγγελλεν. 20.83ταράσσεται δὲ τὴν ψυχὴν οὐχὶ μετρίως Ἰζάτης, ὡς ἤκουσεν ταῦτα, κατάγνωσιν μὲν φέρειν αὐτῷ νομίσας τὸ τῶν δωρεῶν ἐξίστασθαι δοκεῖν διὰ φόβον τοῦτο πράξας.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.75 Joseph. AJ 20.81 (English) >>Joseph. AJ 20.86

Powered by PhiloLogic